Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.185.1 Hdt. 7.186.2 (English) >>Hdt. 7.188.1

7.185.3 αὗται ὦν αἱ μυριάδες ἐκείνῃσι προστεθεῖσαι τῇσι ἐκ τῆς Ἀσίης, γίνονται αἱ πᾶσαι ἀνδρῶν αἱ μάχιμοι μυριάδες διηκόσιαι καὶ ἑξήκοντα καὶ τέσσερες, ἔπεισι δὲ ταύτῃσι ἑκατοντάδες ἑκκαίδεκα καὶ δεκάς.

ch. 186 7.186.1 τοῦ μαχίμου δὲ τούτου ἐόντος ἀριθμὸν τοσούτου, τὴν θεραπηίην τὴν ἑπομένην τούτοισι καὶ τοὺς ἐν τοῖσι σιταγωγοῖσι ἀκάτοισι ἐόντας καὶ μάλα ἐν τοῖσι ἄλλοισι πλοίοισι τοῖσι ἅμα πλέουσι τῇ στρατιῇ, τούτους τῶν μαχίμων ἀνδρῶν οὐ δοκέω εἶναι ἐλάσσονας ἀλλὰ πλεῦνας. 7.186.2 καὶ δή σφεας ποιέω ἴσους ἐκείνοισι εἶναι καὶ οὔτε πλεῦνας οὔτε ἐλάσσονας οὐδέν· ἐξισούμενοι δὲ οὗτοι τῷ μαχίμῳ ἐκπληροῦσι τὰς ἴσας μυριάδας ἐκείνοισι. οὕτω πεντακοσίας τε μυριάδας καὶ εἴκοσι καὶ ὀκτὼ καὶ χιλιάδας τρεῖς καὶ ἑκατοντάδας δύο καὶ δεκάδας δύο ἀνδρῶν ἤγαγε Ξέρξης Δαρείου μέχρι Σηπιάδος καὶ Θερμοπυλέων.

ch. 187 7.187.1 οὗτος μὲν δὴ τοῦ συνάπαντος τοῦ Ξέρξεω στρατεύματος ἀριθμός, γυναικῶν δὲ σιτοποιῶν καὶ παλλακέων καὶ εὐνούχων οὐδεὶς ἂν εἴποι ἀτρεκέα ἀριθμόν· οὐδʼ αὖ ὑποζυγίων τε καὶ τῶν ἄλλων κτηνέων τῶν ἀχθοφόρων καὶ κυνῶν Ἰνδικῶν τῶν ἑπομένων, οὐδʼ ἂν τούτων ὑπὸ πλήθεος οὐδεὶς ἂν εἴποι ἀριθμόν. ὥστε οὐδέν μοι θῶμα παρίσταται προδοῦναι τὰ ῥέεθρα τῶν ποταμῶν ἔστι ὧν, ἀλλὰ μᾶλλον ὅκως τὰ σιτία ἀντέχρησε θῶμά μοι μυριάσι τοσαύτῃσι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.185.1 Hdt. 7.186.2 (English) >>Hdt. 7.188.1

Powered by PhiloLogic